22 | 11 | 2017

Aναστάσιμα Απολυτίκια στους 8 ήχους

Ήχος α'.

Τού λίθου σφραγισθέντος υπό των Ιουδαίων και στρατιωτών φυλασσόντων το άχραντόν σου Σώμα, ανέστης τριήμερος, Σωτήρ, δωρούμενος τώ κόσμω την ζωήν· δια τούτο αι δυνάμεις των ουρανών εβόων σοί, Ζωοδότα· Δόξα τη Αναστάσει σου, Χριστέ, δόξα τη βασιλεία σου, δόξα τη οικονομία σου, μόνε φιλάνθρωπε.

Ήχος β'.

Οτε κατήλθες προς τον θάνατον, η ζωή η αθάνατος, τότε τον Άδη ενέκρωσας, τη αστραπή της θεότητος· ότε δε και τους τεθνεώτας εκ των καταχθονίων ανέστησας, πάσαι αι Δυνάμεις των επουρανίων εκραύγαζον· Ζωοδότα Χριστέ, ο Θεός ημών, δόξα σοι.

Ήχος γ'.

Ευφραινέσθω τα ουράνια, αγαλλιάσθω τα επίγεια, ότι εποίητε κράτος εν βραχίονι αυτού ο Κύριος· επάτησε τώ θανάτω τον θάνατον. πρωτότοκος των νεκρών εγένετο, εκ κοιλίας Άδου ερρύσατο ημάς, και παρέσχε τώ κόσμω το μέγα έλεος.

Ήχος δ'.

Το φαιδρόν της Αναστάσεως κήρυγμα, εκ του Αγγέλου μαθούσαι αι του Κυρίου Μαθήτριαι, και την προγονικήν απόφασιν απορρίψασαι, τοίς Αποστόλοις καυχώμεναι έλεγον· Εσκύλευται ο θάνατος, ηγέρθη Χριστός ο Θεός, δωρούμενος τώ κόσμω το μέγα έλεος.


Ήχος πλ. α'.

Τόν συνάναρχον Λόγον Πατρί και Πνεύματι, τον εκ Παρθένου τεχθέντα εις σωτηρίαν ημών, ανυμνήσωμεν, πιστοί και προσκυνήσωμεν· ότι ηυδόκησε, σαρκί ανελθείν εν τώ σταυρώ, και θάνατον υπομείναι, και εγείραι τους τεθνεώτας, εν τη ενδόξω Αναστάσει αυτού.

Ήχος πλ. β'.

Αγγελικαί δυνάμεις επί το μνήμά σου, και οι φυλάσσοντες, απενεκρώθησαν· και ίστατο Μαρία εν τώ τάφω, ζητούσα το άχραντόν σου σώμα. Εσκύλευσας τον Άδην, μη πειρασθείς υπ' αυτού· υπήντησας τη Παρθένω, δωρούμενος την ζωήν. Ο αναστάς εκ των νεκρών, Κύριε δόξα σοι.

Ήχος βαρύς.

Κατέλυσας τώ Σταυρώ σου τον θάνατον· ηνέωξας τώ ληστή τον παράδεισον· των μυροφόρων τον θρήνον μετέβαλες, και τοίς σοίς αποστόλοις κηρύττειν επέταξας, ότι ανέστης, Χριστέ ο Θεός, παρέχων τώ κόσμω το μέγα έλεος.

Ήχος πλ. δ'.

Εξ ύψους κατήλθες ο εύσπλαγχνος, ταφήν κατεδέξω τριήμερον, ίνα ημάς ελευθερώσης των παθών. Η ζωή και η ανάστασις ημών, Κύριε, δόξα σοι.